Archimedes' Cattle Problem: Greek Text Bull The Cattle Problem
  S T A T E M E N T . ( G R E E K )
Back to . . .

Archimedes Home Page

This section . . .

Statement (English)
Solution (1st part)
Solution (2nd part)



Statement (Greek)
Computer Output (1st part)
Computer Output (2nd part)

Statement of the Cattle Problem typed as text from the following
work edited by Johan Ludvig Heiberg (1854-1928):
ARCHIMEDIS OPERA OMNIA CUM COMMENTARIIS EUTOCII
B. G. Teubner, Leibzig, Volume 2 (1881), Pages 448 & 450

Πρόβλημα,

ὃπερ Ἀρχιμήδης ἐν ἐπιγράμμασιν εὑρὼν τοῖς ἐν Ἀλεξανδρείᾳ περὶ ταῦτα πραγματευομένοις ζητεῖν ἀπέστειλεν ἐν τῇ πρὸς Ἐρατοσθένην τὸν Κυρηναῖον ἐπιστολῇ.

Πληθὺν Ἠελίοιο βοῶν, ὦ ξεῖνε, μέτρησον
    φροντίδ᾽ ἐπιστήσας, εἰ μετέχεις σοφίης,
πόσση ἄρ᾽ ἐν πεδίοις Σικελῆς ποτ᾽ ἐβόσκετο νήσου
    Θρινακίης τετραχῇ στίφεα δασσαμένη
χροίην ἀλλάσσοντα˙ τὸ μὲν λευκοῖο γάλακτος,
    κυανέῳ δ᾽ ἕτερον χρώματι λαμπόμενον,
ἂλλο γε μὲν ξανθόν, τὸ δὲ ποικίλον. ἐν δὲ ἑκάστῳ
    στίφει ἔσαν ταῦροι πλήθεσι βριθόμενοι
συμμετρίης τοιῆσδε τετευχότες˙ ἀργότριχας μὲν
    κυανέων ταύρων ἡμίσει ἠδὲ τρίτῳ
καὶ ξανθοῖς σύμπασιν ἴσους, ὦ ξεῖνε, νόησον,
    αὐτὰρ κυανέους τῷ τετράτῳ τε μέρει
μικτοχρόων καὶ πέμπτῳ, ἔτι ξανθοῖσί τε πᾶσιν.
    τοὺς δ᾽ ὑπολειπομένους ποικιλόχρωτας ἄθρει
ἀργεννῶν ταύρων ἓκτῳ μέρει ἑβδομάτῳ τε
    καὶ ξανθοῖς αὖτις πᾶσιν ἰσαζομένους.
θηλείαισι δὲ βουσὶ τάδ᾽ ἒπλετο˙ λευκότριχες μέν
    ἦσαν συμπάσης κυανέης ἀγέλης
τῷ τριτάτῳ τε μέρει καὶ τετράτῳ ἀτρεκὲς ἶσαι˙
    αὐτὰρ κυάνεαι τῷ τετράτῳ τε πάλιν
μικτοχρόων καὶ πέμπτῳ ὁμοῦ μέρει ἰσάζοντο
    σὺν ταύροις˙ πάσης δ᾽ εἰς νομὸν ἐρχομένης
ξανθοτρίχων ἀγέλης πέμπτῳ μέρει ἠδὲ καὶ ἓκτῳ
    ποικίλαι ἰσάριθμον πλῆθος ἒχον τετραχῇ.
ξανθαὶ δ᾽ ἠριθμεῦντο μέρους τρίτου ἡμίσει ἶσαι
    ἀργεννῆς ἀγέλη ἑβδομάτῳ τε μέρει.
ξεῖνε, σὺ δ᾽ Ἠελίοιο βοῶν πόσαι ἀτρεκὲς εἰπών,
    χωρὶς μὲν ταύρων ζατρεφέων ἀριθμόν,
χωρὶς δ᾽ αὖ θήλειαι ὅσαι κατὰ χρῶμα ἓκασται,
    οὐκ ἄιδρίς κε λέγοι᾽ οὐδ᾽ ἀριθμῶν ἀδαής,
οὐ μήν πώ γε σοφοῖς ἐναρίθμιος. ἀλλ᾽ ἴθι φράζευ
    καὶ τάδε πάντα βοῶν Ἠελίοιο πάθη.
ἀργότριχες ταῦροι μὲν ἐπεὶ μιξαίατο πληθὺν
    κυανέοις, ἵσταντ᾽ ἔμπεδον ἰσόμετροι
εἰς βάθος εἰς εὖρός τε, τὰ δ᾽ αὖ περιμήκεα πάντῃ
    πίμπλαντο πλίνθου Θρινακίης πεδία.
ξανθοὶ δ᾽ αὖτ᾽ εἰς ἓν καὶ ποικίλοι ἀθροισθέντες
    ἵσταντ᾽ ἀμβολάδην ἐξ ἑνος ἀρχόμενοι
σχῆμα τελειοῦντες τὸ τρικράσπεδον οὔτε προσόντων
    ἀλλοχρόων ταύρων οὔτ᾽ ἐπιλειπομένων.
ταύτα συνεξευρὼν καὶ ἐνὶ πραπίδεσσιν ἀθροίσας
    καὶ πληθέων ἀποδοὺς, ὦ ξένε, πὰντα μέτρα
ἔρχεο κυδιόων νικηφόρος, ἴσθι τε πάντως
    κεκριμένος ταύτῃ ὄμπνιος ἐν σοφἰῃ.